Συγχαρητήριο μήνυμα προς τον Μακαριώτατο Πατριάρχη Αλεξανδρείας και πάσης Αφρικής Θεόδωρο Β’ εξ αφορμής της επετείου αναρρήσεως αυτού στον Πατριαρχικό Θρόνον απέστειλε ο Αγιώτατος Πατριάρχης Μόσχας και Πασών των Ρωσιών Κύριλλος. Ακολουθεί το κείμενο του μηνύματος.  

Τῷ Μακαριώτατῳ Πάπᾳ καὶ Πατριάρχῃ

Ἀλεξανδρείας  καὶ πάσης Ἀφρικῆς

κῳ κῳ  Θεοδώρῳ Β΄

Μακαριώτατε, πεφιλημένε ἐν Κυρίῳ Ἀδελφὲ καὶ Συλλειτουργὲ ἔμπροσθεν τοῦ Ἁγίου Θυσιαστηρίου,

 Ἀπὸ καρδίας συγχαίρω Ὑμᾶς ἐπὶ τῇ ἐπετείῳ τῆς εἰς Πατριάρχην ἐκλογῆς καὶ ἀναρρήσεως εἰς τὸν παλαίφατον Θρόνον τοῦ  Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.

Ὑπὸ τὸ ὠμοφόριον τῆς Ὑμετέρας Μακαριότητος ἡ τῶν Ἀλεξανδρέων Ἐκκλησία συνεχίζει ἱερουργοῦσα τὸ εὐαγγέλιον τοῦ Θεοῦ (Ρωμ. 15.16) ἐν  τῇ Ἀφρικανικῇ Ἡπείρῳ. Προσφέρουσα εἰς τὴν χριστιανικὴν ἀποστολὴν εἰς τὸν σύγχρονον κόσμον καὶ μετά ζήλου μεριμνῶσα διὰ τὴν ἐνίσχυσιν τῆς πανορθοδόξου ἑνότητος, Αὕτη ἀπολαύει τῆς εἰλικρινοῦς ἀγάπης τῶν ἐμπεπιστευμένων Αὑτῇ εὐαγοῦς κλήρου καὶ τοῦ ποιμνίου καὶ τοὺ μεγάλου σεβασμοῦ τῶν ἀδελφῶν Προκαθημένων.

Μετά θέρμης ἀναπολῶν τὴν ἐν Μόσχᾳ προσφάτως γενομένη ἐπικοινωνίαν καὶ συναναστροφὴν ἡμῶν, ἀναπέμπω τὰς ἐνθέρμους δεήσεις πρὸς τὸν Οἰκτίρμονα Κύριον ὑπὲρ τοῦ καταπεμφθήναι τῇ Ὑμετέρα Μακαριότητι τὰς σωματικὰς καὶ ψυχικὰς δυνάμεις καὶ τὴν πλουσίαν Αὐτοῦ βοήθειαν πρὸς συνέχισιν τοῦ Ὑμετέρου Πρωθειραρχικοῦ λειτουργήματος.

            Μετά τῆς ἀδελφικῆς ἐν Χριστῷ Ἰησοῦ ἀγάπης διατελῶ.

 † ὁ Μόσχας καὶ Πασῶν τῶν Ρωσσιῶν

Κύριλλος